[305] ἐὰν δὲ πᾶσαι αἱ ψευδεῖς πιθανότητες διελεγχθῶσιν ὑπὸ τῶν ἀληθῶν πίστεων καὶ πλήρεις αὐτῶν καὶ ἐπιχειλεῖς αἱ ἁμαρτίαι περιφανῶσιν, ἀποδρασόμεθα ἀμεταστρεπτὶ καὶ μονονοὺ τὰ ἀπόγαια ἀράμενοι τῆς τῶν ψευσμάτων καὶ σοφισμάτων χώρας ἐξαναχθησόμεθα, τοῖς ἀληθείας ναυλοχωτάτοις ὑποδρόμοις καὶ λιμέσιν ἐνορμίσασθαι ἐπειγόμενοι.