[297] ταύτην τὴν ἐπίνοσον γενεὰν ἢ ἡλικίαν ὑπό τινος τρίτης οἷα ὑπὸ ἰατρικῆς φιλοσοφίας νοσηλευθῆναι χρή, κατεπᾳσθεῖσαν λόγοις ὑγιεινοῖς καὶ σωτηρίοις, δι’ ὧν κένωσιν μὲν ἐνδέξεται τῆς ἀμέτρου τῶν ἁμαρτημάτων πλησμονῆς, πλήρωσιν δὲ λιμηρᾶς [100] κενώσεως τῶν κατορθωμάτων καὶ ἐρημίας δεινῆς.