[298] μετὰ τὴν θεραπείαν οὖν ταύτην γενεᾷ τετάρτῃ φύεται ψυχῇ δύναμίς τε καὶ ῥώμη κατὰ τὴν τῆς φρονήσεως βεβαιοτάτην ἀνάληψιν καὶ τὸ ἐν ἁπάσαις ἀρεταῖς ἀκλινές τε καὶ πάγιον. τοῦτ’ ἐστὶ τὸ λεγόμενον· „τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε.“ κατὰ γὰρ τὸν δειχθέντα τέταρτον ἀριθμὸν ἀποστραφεῖσα τοῦ διαμαρτάνειν ἡ ψυχὴ κληρονόμος ἀποδείκνυται σοφίας.