Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 296

[296] „ἔγκειται“ γάρ φησι Μωυσῆς „ἡ διάνοια τοῦ ἀνθρώπου [M.516] ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος“ (Gen. 8,21). ἥδ’ ἐστὶν ἡ ἐπαρατοτάτη γενεὰ μὲν συμβολικῶς, κυρίως δὲ ἡλικία, καθ’ ἣν τό τε σῶμα ἡβᾷ καὶ ἡ ψυχὴ πεφύσηται, τῶν ἐντυφομένων ἀναρριπιζομένων παθῶν, ἅλως τε καὶ ἀστάχυς καὶ πεδία (Exod. 22,6) καὶ ὅσα ἂν τύχῃ καταπιμπράντων.