Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 290

[290] ὑπισχνεῖται δὲ τῷ τοιαύτην ἄγοντι εἰρήνην καλὸν γῆρας, οὐ δήπου τὴν πολυχρόνιον ἀλλὰ τὴν μετὰ φρονήσεως ζωήν· τὸ γὰρ εὐήμερον πολυετίας κρεῖττον, ὅσῳ καὶ βραχύτερον φῶς σκότους αἰωνίου. μίαν γὰρ ἡμέραν ὑγιῶς εἶπέ τις προφητικὸς ἀνὴρ βούλεσθαι βιῶναι μετ’ ἀρετῆς ἢ μυρία ἔτη ἐν σκιᾷ θανάτου (Psalm. 83, 11), θάνατον μέντοι τῶν φαύλων αἰνιττόμενος βίον.