Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 289

[289] ἀλλ’ ἔν γε ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσιν εἰρήνης ἀκράτου δεῖγμα ἕκαστον αὐτῶν εἶναι συμβέβηκε· παθῶν γὰρ [M.515] ἔνδεια καὶ λιμὸς καὶ καθαίρεσις ἐχθρῶν ἀδικημάτων καὶ μετανάστασις ἀπὸ Χαλδαϊκῆς δόξης πρὸς τὴν φιλόθεον, τουτέστιν ἀπὸ τοῦ γεγονότος αἰσθητοῦ πρὸς τὸ νοητὸν καὶ πεποιηκὸς αἴτιον, εὐνομίαν καὶ εὐστάθειαν κατασκευάζουσιν.