[291] τὸ δὲ αὐτὸ καὶ νῦν ἔργοις μᾶλλον ἢ ῥήμασι διασυνίστησι Μωυσῆς· ὃν γὰρ ἀναγράφει γήρᾳ χρησόμενον καλῷ, τῶν πρὸ αὐτοῦ σχεδὸν ἁπάντων ὀλιγοχρονιώτατον εἰσήγαγε, φιλοσοφῶν καὶ διδάσκων ἡμᾶς, τίς ὁ πρὸς ἀλήθειαν εὐγήρως ἐστίν, ἵνα μὴ πολὺν τῦφον ἐπὶ τοῦ φανεροῦ σώματός ποτε ἀποδεξώμεθα γέμοντα αἰσχύνης καὶ πολλῶν ὀνειδῶν, ἀλλ’ εὐβουλίαν καὶ σταθερότητα ψυχῆς ἰδόντες τὸ γέρως ἀδελφὸν καὶ παρώνυμον καλὸν γῆρας ἐπιφημίσωμέν τε καὶ μαρτυρήσωμεν.