Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 274

[274] τί δὲ τοῦτ’ ἐστίν; ἐπειδὰν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβὰς ὁ νοῦς ἐνδεθῇ ταῖς σώματος ἀνάγκαις, εἶτα ὑπὸ μηδεμιᾶς δελεασθεὶς οἷα ἀνδρόγυνος ἢ γύνανδρος τὰ ἡδέα ἀσπάσηται κακά, μείνας δὲ ἐπὶ τῆς ἑαυτοῦ φύσεως ἀνὴρ ὄντως τραχηλίζειν μᾶλλον ἢ τραχηλίζεσθαι δύνηται, τοῖς τῆς ἐγκυκλίου μουσικῆς ἐντραφεὶς ἅπασιν, ἐξ ὧν θεωρίας λαβὼν ἵμερον ἐγκράτειαν καὶ καρτερίαν, ἐρρωμένας ἀρετάς, ἐκτήσατο, μετανιστάμενος καὶ κάθοδον τὴν εἰς τὴν πατρίδα εὑρισκόμενος πάντ’ ἐπάγεται τὰ παιδείας, ἅπερ ἀποσκευὴ καλεῖται.