Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 273

[273] τὰ οἰκεῖα πεισόμεθα ὠμῶν γενόμενοι δεσποτῶν δοῦλοι, καὶ ὁ θεὸς τὸ οἰκεῖον ἐργάσεται ἑαυτῷ, ἄφεσιν καὶ ἐλευθερίαν ταῖς ἱκέτισιν αὐτοῦ ψυχαῖς προκηρύξας, οὐ μόνον λύσιν δεσμῶν καὶ ἔξοδον ἐκ τῆς περιπεφρουρημένης εἱρκτῆς παρασχόμενος, ἀλλὰ καὶ ἐφόδια δούς, ἅπερ ἀποσκευὴν ἐκάλεσε.