[275] [cap.56] Τοσαῦτα καὶ περὶ τούτων εἰπὼν ἐπιλέγει· „σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρᾳ καλῷ“ (Gen. [94] 15,15). οὐκοῦν οἱ μὲν [M.513] ἀτελεῖς καὶ πολεμούμεθα καὶ δουλεύομεν καὶ μόλις ἀπαλλαγὴν τῶν ἐπικρεμασθέντων φοβερῶν εὑρισκόμεθα, τὸ δὲ τέλειον γένος ἀδούλωτον, ἀπολέμητον, εἰρήνῃ καὶ ἐλευθερίᾳ βεβαιοτάτῃ ἐντρεφόμενον.