[185] κρατῆρες δὲ ὁράσεως μὲν ὀφθαλμοί, ἀκοῆς δὲ ὦτα καὶ μυκτῆρες ὀσφρήσεως καὶ τῶν ἄλλων αἱ ἁρμόττουσαι δεξαμεναί. τούτοις ἐπιχεῖ τοῖς κρατῆρσιν ὁ ἱερὸς λόγος τοῦ αἵματος ἀξιῶν τὸ ἄλογον ἡμῶν μέρος ψυχωθῆναι καὶ τρόπον τινὰ [64] [65] λογικὸν γενέσθαι, ταῖς μὲν νουθεσίαις περιόδοις ἀκολουθῆσαν, ἁγνεῦσαν δὲ τῶν ὁλκὸν ἀπατεῶνα προτεινόντων δύναμιν αἰσθητῶν.