[186] ἆρά γε οὐχὶ τοῦτον τὸν τρόπον καὶ τὸ δίδραχμον διενεμήθη τὸ ἅγιον, ἵνα τὸ μὲν ἥμισυ αὐτοῦ, τὴν δραχμήν, καθιερῶμεν λύτρα τῆς ἑαυτῶν ψυχῆς κατατιθέντες (Exod. 30, 12. 13), ἣν ὁ μόνος ἀψευδῶς ἐλεύθερος καὶ ἐλευθεροποιὸς θεὸς ὠμῆς καὶ πικρᾶς παθῶν καὶ ἀδικημάτων δεσποτείας ἱκετευθείς, ἔστι δ’ ὅτε καὶ χωρὶς ἱκεσίας, ἀνὰ κράτος ἐκλύει, τὸ δ’ ἕτερον μέρος τῷ ἀνελευθέρῳ καὶ δουλοπρεπεῖ γένει καταλίπωμεν, οὗ κεκοινώνηκεν ὁ λέγων· „ἠγάπηκα τὸν κύριόν μου,“ τὸν ἡγεμόνα ἐν ἐμοὶ νοῦν, „καὶ τὴν γυναῖκά μου,“ τὴν φίλην καὶ οἰκουρὸν παθῶν αἴσθησιν, „καὶ τὰ παιδία,“ τὰ κακὰ τούτων ἔγγονα, „οὐκ ἄπειμι ἐλεύθερος" (Exod. 21, 5).