[184] ἀλλὰ γὰρ καὶ τῆς ψυχῆς τὸ μὲν ἀμιγὲς καὶ ἄκρατον μέρος ὁ ἀκραιφνέστατος νοῦς ἐστιν, ὃς ἀπ’ οὐρανοῦ καταπνευσθεὶς ἄνωθεν ὅταν ἄνοσος καὶ ἀπήμων διαφυλαχθῇ, τῷ καταπνεύσαντι καὶ ἀπαθῆ παντὸς κακοῦ διαφυλάξαντι προσηκόντως ὅλος εἰς ἱερὰν σπονδὴν ἀναστοιχειωθεὶς ἀνταποδίδοται· [M.499] τὸ δ’ αὖ μικτὸν γένος τὸ αἰσθήσεών ἐστιν, ᾧ κρατῆρας οἰκείους ἡ φύσις ἐδημιούργησε.