[183] καὶ τὸ μὲν θεῖον ἀμιγὲς καὶ ἄκρατον, οὗ ἕνεκα τῷ ἀμιγεῖ καὶ ἀκράτῳ καὶ κατὰ τὴν μόνωσιν μονάδι ὄντι σπένδεται θεῷ, τὸ δὲ ἀνθρώπινον μικτὸν καὶ κεκραμένον, ὃ τοῦ μικτοῦ καὶ συνθέτου καὶ κεκραμένου γένους κατασκεδάννυται ἡμῶν, ὁμόνοιαν καὶ κοινωνίαν καὶ τί γὰρ ἄλλο ἢ κρᾶσιν μερῶν τε καὶ ἠθῶν ἐργασόμενον.