[182] ἀνεξάλειπτα εἴδη. [cap.38] θαυμαστὴ μέντοι καὶ ἡ τοῦ τῶν θυσιῶν αἵματος ἴση διανομή, ἣν ὁ ἀρχιερεὺς Μωυσῆς φύσει διδασκάλῳ χρησάμενος διένειμε. „λαβὼν“ γάρ φησι „τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας· τὸ δὲ ἥμισυ προσέχεε πρὸς τὸ θυσιαστήριον“ (Exod. 24, 6), ὅπως ἀναδιδάξῃ, ὅτι τὸ σοφίας ἱερὸν γένος διττόν ἐστι, τὸ μὲν θεῖον, τὸ δὲ ἀνθρώπινον·