[181] καὶ γὰρ ἡ ψυχή, τὸ κήρινον, ὡς εἶπέ τις τῶν ἀρχαίων, ἐκμαγεῖον, σκληρὰ μὲν οὖσα καὶ ἀντίτυπος ἀπωθεῖ καὶ ἀποσείεται τοὺς ἐπιφερομένους χαρακτῆρας καὶ ἀσχημάτιστος ἐξ ἀνάγκης διαμένει, πειθήνιος δ’ ὑπάρχουσα καὶ μετρίως ὑπείκουσα βαθεῖς τοὺς τύπους δέχεται καὶ ἀναμαξαμένη τὰς σφραγῖδας ἄκρως διαφυλάττει τὰ ἐνσημανθέντα [62] [63]