[367] ὁ δὲ λαβὼν οἶκτον ἡμῶν τρέπει τὸν θυμὸν αὐτοῦ πρὸς ἔλεον· καὶ ἀνεθεὶς πρὸς τὸ μαλακώτερον, τοσοῦτον εἰπὼν "οὐ πονηροὶ μᾶλλον ἢ δυστυχεῖς εἶναί μοι δοκοῦσιν ἄνθρωποι καὶ ἀνόητοι μὴ πιστεύοντες, ὅτι θεοῦ κεκλήρωμαι φύσιν“, ἀπαλλάττεται προστάξας καὶ ἡμῖν ἀπέρχεσθαι.