Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 366

[366] οὕτω τῶν ἡμετέρων σπαραττομένων καὶ διαρτωμένων καὶ μόνον οὐ συγκοπτομένων καὶ συντριβομένων δικαίων, ἀπειρηκότες καὶ μηδὲν ἔτι σθένοντες, ἀεὶ δὲ οὐδὲν ἕτερον ἢ θάνατον προσδοκῶντες, οὐκέτι τὰς ψυχὰς ἐν αὑτοῖς εἴχομεν, ἀλλ’ ὑπ’ ἀγωνίας ἔξω προεληλύθεσαν ἱκετεύειν τὸν ἀληθινὸν θεόν, ἵνα τοῦ ψευδωνύμου τὰς ὀργὰς ἐπίσχῃ.