[368] [cap.46] Τοιοῦτον ἀντὶ δικαστηρίου θέατρον ὁμοῦ καὶ δεσμωτήριον ἐκφυγόντες — ὡς μὲν γὰρ ἐν θεάτρῳ κλωσμὸς συριττόντων, καταμωκωμένων, ἄμετρα χλευαζόντων, ὡς δὲ ἐν εἱρκτῇ πληγαὶ κατὰ τῶν σπλάγχνων φερόμεναι, βάσανοι, κατατάσεις τῆς ὅλης ψυχῆς διά τε τῶν εἰς τὸ θεῖον βλασφημιῶν καὶ διὰ τῶν ἐπανατάσεων, ἃς τοσοῦτος αὐτοκράτωρ ἐπανετείνετο, μνησικακῶν οὐ περὶ ἑτέρου, ῥᾳδίως γὰρ ἂν μετέβαλεν, ἀλλὰ περὶ ἑαυτοῦ καὶ τῆς εἰς τὴν ἐκθέωσιν ἐπιθυμίας, ᾗ μόνους ὑπελάμβανε μήτε συναινεῖν Ἰουδαίους μήτε δύνασθαι συνυπογράψασθαι — μόλις ἀνεπνεύσαμεν, οὐκ ἐπειδὴ φιλοζωοῦντες θάνατον κατεπτήχειμεν,