Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 343

[343] εἰ δέ τισι [91] καὶ δωρεὰν ἔδωκεν ἀργύριον, οὐχ ὡς δάνειον ἀνέπραττε τόκους προσεκλέγων καὶ ἐπιτοκίας, ἀλλ’ ὡς φώριον μετὰ μεγίστης τῶν λαβόντων ζημίας· οὐ γὰρ ἐξήρκει τὰ δοθέντα τοῖς ἀθλίοις ἀποτιννύειν, ἀλλὰ καὶ τὰς οὐσίας ὅλας προσεισέφερον, ἃς ἢ παρὰ γονέων ἢ παρ’ οἰκείων ἢ φίλων ἐκληρονόμουν ἢ ποριστὴν ἑλόμενοι βίον ἐκτήσαντο αὐτοὶ δι’ ἑαυτῶν.