Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 342

[342] ἀλλ’ οὐ μακρὸς διῆλθε χρόνος, καὶ τῶν στρατευομένων ἐπιπέμψας τινάς, μηδενὸς καινοτέρου προσπεσόντος, τοὺς ἀρίστους καὶ εὐγενεστάτους ἤδη ζῶντας ὡς ἐν πατρίσι ταῖς νήσοις καὶ τὴν [M.596] ἀτυχίαν εὐτυχέστατα φέροντας ἀθρόους ἀνῄρει, πένθος οἰκτρότατον καὶ ἀπροσδόκητον οἴκοις τῶν ἐν Ῥώμῃ μεγάλων προσβαλών.