[341] πάλιν κατέγνω φυγὴν ἑτέρων θάνατον προσδοκησάντων, οὐκ ἐπειδὴ συνῄδεσαν αὑτοῖς ἄξια θανάτου πεπραχόσιν ἢ συνόλως βραχυτέρας ἡστινοσοῦν τιμωρίας, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν ὠμότητα τοῦ δικαστοῦ μὴ προσδοκῶντες ἀποφεύξεσθαι. τούτοις ἕρμαιον ἦν ἡ φυγὴ καὶ ἰσότιμος καθόδῳ τὸν περὶ ψυχῆς ἀνωτάτω κίνδυνον ἀποδεδρακέναι νομίζουσιν.