Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 344

[344] οἱ δ’ εὐπάρυφοι καὶ σφόδρ’ εὐδοκιμεῖν οἰόμενοι τρόπον ἕτερον τὸν σὺν ἡδονῇ μετὰ προσποιήσεως φιλικῆς ἐβλάπτοντο, πάμπολλα μὲν εἰς τὰς ἀκρίτους καὶ ἀτάκτους καὶ ἐξαπιναίους ἀποδημίας ἀναλίσκοντες, πάμπολλα δὲ εἰς τὰς ἑστιάσεις· ὅλας γὰρ οὐσίας ἐξανάλουν εἰς ἑνὸς δείπνου παρασκευήν, ὡς καὶ δανείζεσθαι· τοσαύτη τις ἦν ἡ πολυτέλεια.