Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 333

[333] ἡμερωθεὶς οὖν ὅσα τῷ δοκεῖν ἀποκρίσεων χρηστοτέρων Ἀγρίππαν ἠξίωσε, τὸ ἀνωτάτω καὶ μέγιστον δωρούμενος, τὸ μηκέτι γενέσθαι τὴν ἀνάθεσιν· καὶ Ποπλίῳ Πετρωνίῳ, τῷ τῆς Συρίας ἐπιτρόπῳ, κελεύει γραφῆναι μηδὲν ἐπὶ τῷ ἱερῷ τῶν Ἰουδαίων ἔτι νεώτερον κινεῖν.