Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 334

[334] ὅμως μέντοι καὶ τὴν χάριν διδοὺς ἔδωκεν οὐκ ἀκέραιον, ἀλλ’ ἀναμίξας αὐτῇ δέος ἀργαλεώτατον· προσγράφει γάρ· „ἐὰν δέ τινες ἐν ταῖς ὁμόροις ἔξω μιᾶς τῆς μητροπόλεως ἐθέλοντες βωμοὺς ἢ ἱερὰ ἤ τινας εἰκόνας ἢ ἀνδριάντας ὑπὲρ ἐμοῦ καὶ τῶν ἐμῶν ἱδρύεσθαι κωλύωνται, τοὺς εἴργοντας ἢ παραχρῆμα κολάζειν ἢ εἰς αὐτὸν ἀνάγειν.“