[332] δὲ ἐμέμφετο· ᾐτιᾶτο μὲν τῆς εἰς τοὺς ὁμοφύλους ἄγαν ἀρεσκείας μόνους ἀνθρώπων ἀφηνιάζοντας καὶ ἐκτρεπομένους αὐτοῦ τὴν ἐκθέωσιν, ἐπῄνει δὲ τὸ μηδὲν ἐν ἑαυτῷ συσκιάζειν καὶ ἐπικρύπτειν, ἅπερ ἔλεγεν εἶναι δείγματα ἐλευθεριωτάτων καὶ εὐγενεστάτων ἠθῶν.