Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 328

[328] εἰ μὲν γὰρ ἐν τῇ τάξει τῶν ἑταίρων ἔτι καταριθμοῦμαι, προδοσίας ἐξοίσομαι δόξαν, ἐὰν μήτε ἡ πατρὶς ἀπαθὴς παντὸς κακοῦ διαφυλαχθῇ μήτε τὸ ἱερὸν ἄψαυστον· τὰ γὰρ τῶν ἑταίρων καὶ προσπεφευγότων ταῖς αὐτοκρατορικαῖς ἐπιφανείαις ὑμεῖς οἱ μεγάλοι διασῴζετε.