Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 329

[329] εἰ δὲ ὑποικουρεῖ τί σου τὴν διάνοιαν ἔχθος, μὴ δήσῃς ὡς Τιβέριος, ἀλλὰ καὶ τὴν τοῦ δεθῆναί ποτε αὖθις ἐλπίδα συνανελὼν κέλευσον ἐκποδὼν αὐτίκα γενέσθαι· τί γὰρ ἐμοὶ ζῆν καλόν, ᾧ μία σωτηρίας ἐλπὶς ἦν τὸ σὸν εὐμενές;“