[327] ἐξίσταμαι [M.594] τῶν λαμπρῶν ἐκείνων, τὴν πρὸ μικροῦ τύχην οὐ παραιτοῦμαι, πάντα ὑπαλλάττομαι ἑνός, τοῦ μὴ κινηθῆναι τὰ πάτρια. τίς γὰρ ἄν μου γένοιτο λόγος ἢ παρὰ τοῖς ὁμοφύλοις ἢ παρὰ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις; ἀνάγκη γὰρ δυοῖν θάτερον ἢ προδότην τῶν ἰδίων ἢ σοὶ μηκέτι ὁμοίως φίλον νομισθῆναι· ὧν τί ἂν εἴη μεῖζον κακόν;