[326] τὸν μέγιστον καὶ εὐτυχέστατον ἐν ἀνθρώποις κλῆρον ἐχαρίσω μοι, βασιλείαν, πάλαι μὲν μιᾶς χώρας, αὖθις δὲ καὶ ἑτέρας μείζονος, τὴν Τραχωνῖτιν λεγομένην καὶ τὴν Γαλιλαίαν συνάψας· μὴ τὰ πρὸς περιουσίαν μοι χαρισάμενος, ὦ δέσποτα, τὰ ἀναγκαῖα ἀφέλῃς μηδὲ εἰς φῶς ἀναγαγὼν τηλαυγέστατον ἐξ ὑπαρχῆς εἰς βαθύτατον σκότος ῥίψῃς.