[325] τὸν ἐπικρεμάμενον ἀεὶ τοῦ θανάτου φόβον ἀπώσω καὶ τεθνεῶτα τῷ δέει ζωπυρήσας καθάπερ ἐκ παλιγγενεσίας ἀνήγειρας· διατήρησον τὴν χάριν, αὐτοκράτορ, ἵνα μὴ ὁ σὸς Ἀγρίππας ἀποτάξηται τῷ βίῳ· δόξω γὰρ οὐ τοῦ σωθῆναι χάριν ἀφεῖσθαι μᾶλλον ἢ τοῦ βαρυτέρας ἐνδεξάμενος συμφορὰς ἐπισημότερον τελευτῆσαι.