Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 288

[288] ἐν Ἱεροσολύμοις πρῶτον, αὐτοκράτορ, ἠγγέλη σου ἡ εὐκταία διαδοχή, καὶ ἀπὸ τῆς ἱεροπόλεως ἐπὶ τὰς παρ’ ἑκάτερα ἠπείρους ἐχώρησεν ἡ φήμη· προνομίας καὶ διὰ τοῦτο τυγχάνειν ἐστὶν ἀξία παρὰ σοί.