Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 287

[287] διά τε οὖν τὸ πεφυκέναι καὶ διὰ τὸ πλῆθος τῶν εὐεργεσιῶν, αἷς με κατεπλούτισας, θαρρήσας ἂν ἴσως [78] αἰτήσασθαι τῇ πατρίδι καὶ αὐτός, εἰ καὶ μὴ τὴν Ῥωμαϊκὴν πολιτείαν, ἐλευθερίαν γοῦν ἢ φόρων ἄφεσιν, οὐδὲν ἀπετόλμησα τοιοῦτον αἰτήσασθαι, τὸ δὲ φορητότατον, χάριν σοὶ μὲν ἀζήμιον δοῦναι, τῇ δὲ πατρίδι λαβεῖν ὠφελιμωτάτην· τί γὰρ ἂν γένοιτο εὐμενείας ἡγεμόνος ὑπηκόοις ἄμεινον ἀγαθόν;