Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 289

[289] καθάπερ γὰρ ἐν ταῖς συγγενείαις οἱ πρεσβύτατοι παῖδες τυγχάνουσι πρεσβείων, ὅτι πρῶτοι τὸ πατρὸς καὶ τὸ μητρὸς ὄνομα τοῖς γονεῦσιν ἐφήμισαν, τὸν αὐτὸν τρόπον, ἐπειδὴ τῶν ἀνατολικῶν πρώτη πόλις αὕτη σε προσεῖπεν αὐτοκράτορα, δικαία τυγχάνειν πλειόνων ἐστὶν ἀγαθῶν, εἰ δὲ μή, τῶν γοῦν ἴσων.