[244] ἐπεξαναστὰς δὲ μετὰ τῶν συνέδρων ἐβουλεύετο τὰ πρακτέα καὶ ἑώρα τοὺς μὲν πρὸ μικροῦ παντάπασιν ἐναντιουμένους ἐπαμφοτερίζοντας, τοὺς δὲ ἐνδοιαστὰς ἐπιρρέποντας ἤδη τῷ πλείονι μέρει πρὸς ἔλεον· ἐφ’ οἷς [68] [69] ἥδετο, καίτοι τὴν φύσιν εἰδὼς τοῦ προεστῶτος καὶ ὡς ἔστιν ἀπαραίτητος ὀργήν.