Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 243

[243] [cap.33] Ταῦτα δὲ διεξῄεσαν ὑπ’ ἀγωνίας καὶ περιπαθήσεως ἄσθματι πολλῷ, κεκομμένῳ τῷ πνεύματι, ῥεόμενοι κατὰ τῶν μελῶν ἁπάντων ἱδρῶτι, μετὰ φορᾶς ἀπαύστων δακρύων, ὡς ἤδη συναλγεῖν τοὺς ἀκούοντας καὶ τὸν Πετρώνιον — ἦν γὰρ καὶ τὴν φύσιν εὐμενὴς καὶ ἥμερος — ὑπὸ τῶν λεχθέντων καὶ ὁρωμένων συνηρπάσθαι· ἐδόκει γὰρ αὐτῷ καὶ τὰ λεγόμενα εἶναι δικαιότατα καὶ οἰκτρά τις ἡ τῶν ὁρωμένων περιπάθησις.