Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 242

[242] ἐὰν δὲ μὴ πείσωμεν, τί λοιπὸν ἐμποδών ἐστιν [ἢ] ταῦτα ἃ καὶ [M.582] νῦν διανοῇ πράττειν; ἕως οὐ πεπρεσβεύμεθα, μὴ ἀποκόψῃς τὰς ἀμείνους ἐλπίδας μυριάδων τοσούτων, αἷς οὐχ ὑπὲρ κέρδους ἀλλ’ ὑπὲρ εὐσεβείας ἐστὶν ἡ σπουδή. καίτοι γε ἡμάρτομεν τοῦτο εἰπόντες· τί γὰρ ἂν εἴη κέρδος λυσιτελέστερον ὁσιότητος ἀνθρώποις;“