Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 245

[245] ἀλλ’ εἶχέ τινα καὶ αὐτός, ὡς ἔοικεν, ἐναύσματα τῆς Ἰουδαϊκῆς φιλοσοφίας ἅμα καὶ εὐσεβείας, εἴτε καὶ πάλαι προμαθὼν ἕνεκα τῆς περὶ παιδείαν σπουδῆς εἴτε καὶ ἀφ’ οὗ τῶν χώρων ἐπετρόπευσεν, ἐν οἷς Ἰουδαῖοι καθ’ ἑκάστην πόλιν εἰσὶ παμπληθεῖς, Ἀσίας τε καὶ Συρίας, εἴτε καὶ τὴν ψυχὴν οὕτω διατεθεὶς αὐτηκόῳ καὶ αὐτοκελεύστῳ καὶ αὐτομαθεῖ τινι πρὸς τὰ σπουδῆς ἄξια φύσει. τοῖς δὲ ἀγαθοῖς ἀγαθὰς ὑπηχεῖν ἔοικε γνώμας ὁ θεός, δι’ ὧν ὠφελοῦντες ὠφεληθήσονται· ὅπερ κἀκείνῳ συνέβη. τίνες οὖν ἦσαν αἱ γνῶμαι;