Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 195

[195] ἀμφοτέρων οὖν τῶν ὑποθέσεων δι’ ἃς ἐστάλημεν οἰχομένων, ἴσως φήσει τις· τι οὖν, οὐκ ᾔδεσαν πραγματεύεσθαι τὴν μετὰ ἀσφαλείας ἐπάνοδον; πρὸς ὃν εἴποιμι ἄν· ἢ οὐκ ἔχεις ἀνδρὸς εὐγενοῦς πάθος γνήσιον ἢ οὐκ ἐνετράφης οὐδὲ ἐνησκήθης τοῖς ἱεροῖς γράμμασιν. ἐλπίδων εἰσὶ πλήρεις οἱ ὄντως εὐγενεῖς, καὶ οἱ νόμοι τοῖς ἐντυγχάνουσι μὴ χείλεσιν ἄκροις ἐλπίδας ἀγαθὰς δημιουργοῦσιν.