Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 194

[194] ποῦ γὰρ ὅσιον ἢ θεμιτὸν ἄλλως ἀγωνίζεσθαι, δεικνύντας ὡς ἐσμὲν Ἀλεξανδρεῖς, οἷς ὁ περὶ τῆς καθολικωτέρας πολιτείας ἐπικρέμαται κίνδυνος τῆς Ἰουδαίων; ἅμα γὰρ τῇ τοῦ ἱεροῦ καταλύσει δέος, μὴ καὶ τὸ κοινὸν τοῦ ἔθνους ὄνομα συναφανισθῆναι κελεύσῃ ὁ νεωτεροποιὸς καὶ μεγαλουργὸς ἄνθρωπος.