[196] ἴσως ἀπόπειρα ταῦτα τῆς καθεστώσης γενεᾶς ἐστι, πῶς ἔχει πρὸς ἀρετὴν καὶ εἰ πεπαίδευται φέρειν τὰ δεινὰ λογισμοῖς ἰσχυρογνώμοσιν οὐ προκαταπίπτουσα. τὰ μὲν οὖν ἐξ ἀνθρώπων ἅπαντα καὶ ἔρρει καὶ ἐρρέτω· [56] [57] μενέτω δὲ ἐν ταῖς ψυχαῖς ἀκαθαίρετος ἡ ἐπὶ τὸν σωτῆρα θεὸν ἐλπίς, ὃς πολλάκις ἐξ ἀμηχάνων καὶ ἀπόρων περιέσωσε τὸ ἔθνος.