Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 183

[183] τὸ δὲ δὴ καὶ προνομίας οἴεσθαι τυγχάνειν παρ’ ἀλλοεθνεῖ καὶ νέῳ καὶ αὐτεξουσίῳ δεσπότῃ μὴ καὶ μανίας ἐγγύς ἐστιν; ἀλλ’ ἔοικε τῇ τῶν ἄλλων Ἀλεξανδρέων [M.573] μερίδι προσκεῖσθαι, ᾗ διδοὺς προνομίαν θᾶττον ὑπέσχετο δικάσειν, ἐὰν ἄρα μὴ τὸν ἴσον καὶ κοινὸν ἀκροατὴν ὑπερβὰς ἀντὶ δικαστοῦ γένηται τῶν μὲν συναγωνιστής, ἡμῶν δὲ ἀντίπαλος.“