Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 184

[184] [cap.29] Ταῦτα λογιζόμενος ἐσφάδᾳζον καὶ οὔτε μεθ’ ἡμέραν οὔτε νύκτωρ ἠρέμουν. ἀθυμοῦντος δέ μου καὶ τὴν ἀνίαν στέγοντος — οὐδὲ γὰρ ἀνενεγκεῖν ἀσφαλὲς ἦν —, ἕτερον κατασκήπτει βαρύτατον ἐξαπιναίως ἀπροσδόκητον κακόν, οὐχ ἑνὶ μέρει τοῦ Ἰουδαϊκοῦ τὸν κίνδυνον ἐπάγον, ἀλλὰ συλλήβδην ἅπαντι τῷ ἔθνει.