[182] ἐγὼ δὲ φρονεῖν τι δοκῶν περιττότερον καὶ δι’ ἡλικίαν καὶ τὴν ἄλλην παιδείαν εὐλαβέστερος ἤμην ἐφ’ οἷς ἔχαιρον οἱ ἄλλοι. „διὰ τί γάρ“ ἔφασκον ἀνακινῶν τὸν ἐμαυτοῦ λογισμόν, „τοσούτων ὄντων πρεσβευτῶν σχεδὸν ἀπὸ πάσης γῆς ἀφιγμένων, ἡμῶν εἶπε τότε μόνων ἀκούσεσθαι; τί βουλόμενος; οὐ γὰρ ἠγνόει γε ὄντας Ἰουδαίους, οἷς ἀγαπητὸν τὸ μὴ ἐλαττοῦσθαι.