[97] [cap.12] Πρὸς τοῖς εἰρημένοις οὐ δι’ ἑαυτοῦ μόνον ἀλλ’ ἤδη καὶ διὰ τοῦ αὐτοκράτορος ἐζήτει καὶ ἐπενόει κακοῦν ἡμᾶς. τιμὰς γάρ, ὅσας οἷόν τε ἦν καὶ ἐπέτρεπον οἱ νόμοι, πάσας Γαΐῳ ψηφισάμενοι καὶ ἐπιτελέσαντες ἔργοις ἀνέδομεν τὸ ψήφισμα αὐτῷ, δεηθέντες, ἐπειδὴ πρεσβείαν αἰτησαμένοις οὐκ ἂν ἐπέτρεψεν, ἵνα διαπέμψηται δι’ αὑτοῦ.