[98] ἀναγνοὺς δὲ καὶ ἑκάστῳ τῶν ἐν τῷ ψηφίσματι πολλάκις τῇ κεφαλῇ συνεπινεύσας, ὑπομειδιῶν καὶ γεγανωμένος ἢ προσποιούμενος τὸν ἡδόμενον, "ἀποδέχομαι πάντας ὑμᾶς" ἔφη „τῆς εὐσεβείας καὶ πέμψω, καθάπερ αἰτεῖσθε, ἢ πρεσβευτοῦ τάξιν ἐκπλήσω, ἵν’ αἴσθηται Γάιος τῆς ὑμετέρας εὐχαριστίας.