Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 96

[96] εἶτ’ ἐπειδὴ μὲν ἐγνωρίσθησαν ἑτέρου γένους, ἀπελύοντο — πολλὰς γὰρ ὡς Ἰουδαίας ἀκριβῆ μὴ ποιούμενοι [25] τῆς ἀληθείας τὴν ἔρευναν συνελάμβανον —, εἰ δ’ ἐφάνησαν ἡμέτεραι, προσέταττον οἱ ἀντὶ θεατῶν τύραννοι καὶ δεσπόται γεγονότες κρέα χοίρεια διδόναι κομίζοντας. ὅσαι μὲν οὖν φόβῳ κολάσεως ἀπεγεύσαντο, μηδὲν ἔτι δεινὸν προσυπομείνασαι ἀπελύοντο· αἱ δ’ ἐγκρατέστεραι βασανισταῖς παρεδίδοντο πρὸς αἰκίας ἀνηκέστους, ὅπερ τοῦ μηδὲν ἀδικεῖν αὐτὰς σαφεστάτη πίστις ἐστί.