Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 95

[95] ἀλλ’ ἦν, ὡς ἔφην, ὅλον τὸ πρᾶγμα ἐπιβουλὴ τῆς ἀποτομίας Φλάκκου καὶ τῶν ὄχλων, ὧν ἀπέλαυσαν καὶ γυναῖκες. οὐκ ἐν ἀγορᾷ γὰρ μόνον ἀλλὰ καὶ ἐν μέσῳ τῷ θεάτρῳ καθάπερ αἰχμάλωτοι συνηρπάζοντο καὶ ἐπὶ τὴν σκηνὴν ἐφ’ ὅτῳ δήποτε συκοφαντούμεναι παρήγοντο μετά τινος ἀφορήτου καὶ ἀργαλεωτάτης ὕβρεως·