Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 94

[94] ἡμᾶς δὲ τί τοιοῦτον ἔδει παθεῖν; [M.531] πότε γὰρ εἰς ἀπόστασιν ὑπωπτεύθημεν; πότε δ’ οὐκ εἰρηνικοὶ πᾶσιν ἐνομίσθημεν; τὰ δ’ ἐπιτηδεύματα, οἷς καθ’ ἑκάστην ἡμέραν χρώμεθα, οὐκ ἀνεπίληπτα, οὐ συντείνοντα πρὸς εὐνομίαν πόλεως καὶ εὐστάθειαν; εἴ γε μὴν εἶχον ὅπλα Ἰουδαῖοι παρ’ αὑτοῖς, ὑπὲρ τετρακοσίας ἀφῃρέθησαν ⟨ἂν⟩ οἰκίας, ἐξ ὧν μετανάσται ἐγένοντο, φυγαδευθέντες πρὸς τῶν τὰς οὐσίας ἁρπασάντων; διὰ τί οὖν οὐχὶ καὶ τὰ παρὰ τούτοις ἠρεύνησέ τις, τοῖς εἰ καὶ μὴ ἴδια ὅπλα, ὅσα γοῦν ἥρπασαν, ἔχουσιν;