[93] τὰς τῶν ταῦτα παρασκευασαμένων οἰκίας ἄξιον ἦν ἐρευνᾶσθαι· πρὸς γὰρ νεωτερισμὸν ὕποπτοι πολλάκις ἀποστάντες ἦσαν, καὶ ἔδει κατὰ μίμησιν τῶν ἱερῶν ἀγώνων τριετηρίδας ἄγειν καινὰς ἐν Αἰγύπτῳ συγκομιδῆς ὅπλων τοὺς προεστῶτας, ἵν’ ἢ μὴ κατασκευάζεσθαι φθάνωσιν ἢ ἀντὶ πολλῶν ὀλίγα, καιρὸν οὐκ ἔχοντες εἰς ἀναχώρησιν.